
Λόγος ΚΗ' Γρηγορίου Θεολόγου (σελ. 41, 43 - παρ. 4)
Γρηγορίου Θεολόγου ἔργα 4
Ἕλληνες Πατέρες τῆς Ἐκκλησίας
Πατερικαὶ Ἐκδόσεις «Γρηγόριος ὁ Παλαμάς»
Πατερικαὶ Ἐκδόσεις «Γρηγόριος ὁ Παλαμάς»
Αρχαίο Κείμενο
Ἀρκτέον οὖν οὕτω πάλιν. Θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ᾽ Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, - οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξῃ τὸ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον -, ἀλλὰ φράσαι μὲν ἀδύνατον ὥς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ᾽ ἀμυδρῶς γε, τῷ μὴ πάντῃ τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πράγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὀμοίως πάσῃ γενητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι Θεοῦ, καὶ ὅλω τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πᾶντῃ, ἀλλ᾽ ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.
Λόγος ΚΗ' Γρηγορίου Θεολόγου (σελ. 40, 43 - παρ. 4)
Γρηγορίου Θεολόγου ἔργα 4
Ἕλληνες Πατέρες τῆς Ἐκκλησίας
Πατερικαὶ Ἐκδόσεις «Γρηγόριος ὁ Παλαμάς»
Πατερικαὶ Ἐκδόσεις «Γρηγόριος ὁ Παλαμάς»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου