Σάββατο 25 Ιανουαρίου 2014

Λόγος ιζ΄, Εἰς τὰ ἅγια Φῶτα

Λόγος ιζ΄, Εἰς τὰ ἅγια Φῶτα

Ἅγιος Γρηγόριος ὁ Θεολόγος
Α. Πάλιν Ἰησοῦς ὁ ἐμὸς͵ καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν͵ οὐδ΄ ἄκοσμον͵ οὐδὲ τῆς Ἑλληνικῆς πλάνης͵ καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ͵ οἶμαι δὲ͵ καὶ τῶν εὐφρονούντων ἕκαστος)͵ ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον͵ καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. 
Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα͵ εἰς ἣν ἀφίγμεθα͵ καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον͵ ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει͵ τοῦ ἀληθινοῦ φωτὸς͵ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν͵ καὶ βοηθεῖ τῷ φωτὶ͵ ὃ παρ΄ αὐτοῦ λαβόντες ἄνωθεν ἀπ΄ ἀρχῆς͵ ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.
Β. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς͵ ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης͵ τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν τοιούτων͵ εἴη δὲ καὶ ὑμῖν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ διὰ τοῦτο͵ Προσέλθετε πρὸς αὐτὸν͵ καὶ φωτίσθητε͵ καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ͵ τῷ ἀληθινῷ φωτὶ σημειούμενα. Καιρὸς ἀναγεννήσεως γεννηθῶμεν ἄνωθεν. Καιρὸς ἀναπλάσεως· τὸν πρῶτον Ἀδὰμ ἀναλάβωμεν. Μὴ μείνωμεν ὅπερ ἐσμὲν͵ ἀλλ΄ ὅπερ ἦμεν γενώμεθα. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει͵ τῷ βίῳ τούτῳ͵ καὶ τῷ σαρκίῳ καὶ ὑπὸ τῆς σκοτίας διώκεται μὲν͵ οὐ καταλαμβάνεται δὲ͵ τῆς ἀντικειμένης λέγω δυνάμεως͵ τῷ φαινομένῳ μὲν Ἀδὰμ προσπηδώσης ἐξ ἀναιδείας͵ τῷ Θεῷ δὲ περιπιπτούσης καὶ ἡττωμένης ἵν΄ ἡμεῖς τὸ σκότος ἀποθέμενοι͵ τῷ φωτὶ πλησιάζωμεν͵ εἶτα καὶ φῶς γενώμεθα τέλειον͵ τελείου φωτὸς γεννήματα. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν; ὁρᾶτε τοῦ μυστηρίου τὴν δύναμιν; οὐκ ἀπὸ γῆς ἤρθητε; οὐκ ἄνω τέθεισθε σαφῶς ὑψωθέντες ὑπὸ τῆς ἡμετέρας φωνῆς καὶ ἀναγωγῆς; Καὶ ἔτι μᾶλλον τεθήσεσθε͵ ἐπειδὰν εὐοδώσῃ τὸν λόγον ὁ Λόγος. 
Γ. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης͵ προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα͵ καὶ σποδῷ δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους; μή τι τοιοῦτο μυσταγωγοῦσιν Ἕλληνες; ὧν λῆρος ἐμοὶ πᾶσα τελετὴ καὶ μυστήριον͵ δαιμόνων εὕρημα σκοτεινὸν͵ 36.337 καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος͵ χρόνῳ βοηθούμενον͵ καὶ μύθῳ κλεπτόμενον. Ἃ γὰρ ὡς ἀληθῆ προσκυνοῦσιν͵ ὡς μυθικὰ συγκαλύπτουσιν· δέον͵ εἰ μὲν ἀληθῆ͵ μὴ μύθους ὀνομάζεσθαι͵ ἀλλ΄ ὅτι μὴ αἰσχρὰ δείκνυσθαι· εἰ δὲ ψευδῆ͵ μὴ θαυμάζεσθαι͵ μηδ΄ οὕτως ἰταμῶς ἐναντιωτάτας ἔχειν δόξας περὶ τοῦ αὐτοῦ πράγματος· ὥσπερ ἐν ἀγορᾷ μειρακίων παίζοντας͵ ἢ ἀνδρῶν κακοδαιμόνων ὡς ἀληθῶς͵ ἀλλ΄ οὐκ ἀνδράσι διαλεγομένους νοῦν ἔχουσι͵ καὶ Λόγου προσκυνηταῖς· κἂν τὴν ἔντεχνον ταύτην͵ καὶ ῥυπαρὰν πιθανότητα διαπτύωσιν. 
Δ. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ͵ τοῦ Κρητῶν τυράννου͵ κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐ δὲ Κουρήτων ἦχοι͵ καὶ κρότοι͵ καὶ ὀρχήσεις ἔνοπλοι͵ Θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι͵ ἵνα πατέρα λάθῃ μισότεκνον· δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι͵ τὸν ὡς λίθον καταποθέντα· οὐδὲ Φρυγῶν ἐκτομαὶ͵ καὶ αὐλοὶ͵ καὶ Κορύβαντες͵ καὶ ὅσα περὶ τὴν Ρέαν ἄνθρωποι μαίνονται͵ τελοῦντες τῇ μητρὶ τῶν Θεῶν͵ καὶ τελούμενοι͵ ὅσα τῇ μητρὶ τῶν τοιούτων εἰκός· οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται͵ καὶ Δημήτηρ πλανᾶται͵ καὶ Κελεούς τινας ἐπεισάγει͵ καὶ Τριπτολέμους͵ καὶ δράκοντας͵ καὶ τὰ μὲν ποιεῖ͵ τὰ δὲ πάσχει. Αἰσχύνομαι γὰρ ἡμέρᾳ δοῦναι τὴν νυκτὸς τελετὴν͵ καὶ ποιεῖν τὴν ἀσχημοσύνην μυστήριον. Οἶδεν Ἐλευσὶς ταῦτα͵ καὶ οἱ τῶν σιωπωμένων͵ καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται. Οὐδὲ Διόνυσος ταῦτα͵ καὶ μηρὸς͵ ὠδίνων ἀτελὲς κύημα͵ ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον· καὶ Θεὸς ἀνδρόγυνος͵ καὶ χορὸς μεθυόντων͵ καὶ στρατὸς ἔκλυτος͵ καὶ Θηβαίων ἄνοια τοῦτον τιμῶσα͵ καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος. Οὐδὲ Ἀφροδίτης πορνικὰ μυστήρια͵ τῆς αἰσχρῶς͵ ὡς αὐτοὶ λέγουσι͵ καὶ γεννωμένης καὶ τιμωμένης. Οὐδὲ Φαλλοί τινες καὶ Ἰθύφαλλοι͵ αἰσχροὶ καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασιν· οὐδὲ Ταύρων ξενοκτονίαι͵ καὶ Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα͵ 36.340 ξαινομένων ταῖς μάστιξι͵ καὶ τοῦτο μόνον κακῶς ἀνδριζομένων οἷς τιμᾶται θεὰ͵ καὶ ταῦτα παρθένος. Οἱ γὰρ αὐτοὶ͵ καὶ μαλακίαν ἐτίμησαν͵ καὶ θρασύτητα ἐσεβάσθησαν. 
Ε. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν͵ πεινῶντας θεοὺς ἑστιῶσαν͵ καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον; ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα͵ καὶ Τροφωνίου κατὰ γῆς παίγνια καὶ μαντεύματα͵ ἢ Δωδωναίας δρυὸς ληρήματα͵ ἢ τρίποδος Δελφικοῦ σοφίσματα͵ ἢ Κασταλίας μαντικὸν πόμα; Τοῦτο μόνον οὐ μαντευσάμενα͵ τὴν ἑαυτῶν σιωπήν. Οὐδὲ Μάγων θυτικὴ͵ καὶ πρόγνωσις ἔντομος· καὶ Χαλδαίων ἀστρονομία καὶ γενεθλιαλογία͵ τῇ τῶν οὐρανίων κινήσει συμφέρουσα τὰ ἡμέτερα͵ τῶν μηδὲ ἑαυτοὺς ὅ τί ποτε εἰσὶν͵ ἢ ἔσονται͵ γνῶναι δυναμένων· οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα͵ παρ΄ ὧν καὶ τὸ θρησκεύειν͵ ὡς λόγος· οὐδὲ Ὀρφέως τελεταὶ καὶ μυστήρια͵ ὃν τοσοῦτον Ἕλληνες ἐπὶ σοφίᾳ ἐθαύμασαν͵ ὥστε καὶ λύραν αὐτῷ ποιοῦσι͵ πάντα τοῖς κρούμασιν ἔλκουσαν· οὐδὲ Μίθρου κόλασις ἔνδικος. κατὰ τῶν μυεῖσθαι τὰ τοιαῦτα ἀνεχομένων· οὐδὲ Ὀσίριδος σπαραγμοὶ͵ ἄλλη συμφορὰ τιμωμένη παρ΄ Αἰγυπτίοις· οὐδὲ Ἴσιδος ἀτυχήματα͵ καὶ τράγοι Μενδησίων αἰδεσιμώτεροι͵ καὶ Ἄπιδος φάτνη͵ μόσχου κατατρυφῶντος τῆς Μεμφιτῶν εὐηθείας· οὐδ΄ ὅσα τὸν Νεῖλον ταῖς τιμαῖς καθυβρίζουσι͵ τὸν καρποδότην͵ ὡς ἀνυμνοῦσιν αὐτοὶ͵ καὶ εὔσταχυν͵ καὶ μετροῦντα τὴν εὐδαιμονίαν τοῖς πήχεσιν. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον· ὧν καθ΄ ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις͵ καὶ κοινὸν τὸ τῆς 36.341 κακοδαιμονίας ἐφ΄ ἅπασιν· ὡς εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως͵ καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν͵ εἰς εἴδωλα κατενεχθέντας καὶ τέχνης ἔργα͵ καὶ χειρῶν πλάσματα͵ μὴ ἂν ἄλλο τι κατ΄ αὐτῶν εὔξασθαι τούς γε νοῦν ἔχοντας͵ ἢ τοιαῦτα σεβασθῆναι͵ καὶ οὕτω τιμῆσαι͵ ἵνα τὴν ἀντιμισθίαν͵ ἣν ἔδει τῆς πλάνης͵ ὥς φησι Παῦλος͵ ἀπολαμβάνωσιν͵ ἐν οἷς σέβονται· οὐ μᾶλλον τιμῶντες͵ ἢ δι΄ ἐκείνων ἀτιμαζόμενοι. Βδελυκτοὶ τῆς πλάνης͵ βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων͵ ἵνα καὶ αὐτῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι͵ τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ͵ ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα. 
Ζ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες͵ καὶ δαίμονες͵ παρ΄ ὧν ἐκείνοις ἡ ἄνοια͵ τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων͵ καὶ ἄλλους ἄλλως κατατεμνόντων εἰς αἰσχρὰς δόξας καὶ φαντασίας͵ ἀφ΄ οὗ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς͵ τῷ ξύλῳ τῆς γνώσεως οὐ κατὰ καιρὸν͵ οὐδ΄ ἐπιτηδείως μεταληφθείσης͵ ὡς ἀσθενεστέρους ἤδη κατέδραμον͵ τὸν ἡγεμόνα νοῦν συναρπάσαντες͵ καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Οὐ γὰρ ἔφερον͵ φύσις ὄντες φθονερὰ καὶ μισάνθρωπος͵ μᾶλλον δὲ διὰ τὴν ἑαυτῶν κακίαν γενόμενοι͵ τοὺς κάτω τῶν ἄνω τυχεῖν͵ αὐτοὶ πεσόντες ἐπὶ γῆς ἄνωθεν͵ οὐδὲ τοσαύτην μετάστασιν γενέσθαι τῆς δόξης͵ καὶ τῶν πρώτων φύσεων. Τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος· διὰ τοῦτο ἡ εἰκὼν τοῦ Θεοῦ καθυβρίσθη· καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν φυλάξαι τὴν ἐντολὴν͵ παρεδόθημεν τῇ αὐτονομίᾳ τῆς πλάνης· καὶ καθὼς ἐπλανήθημεν͵ ἠτιμάσθημεν ἐν οἷς ἐσεβάσθημεν. Οὐ γὰρ τοῦτο μόνον δεινὸν͵ τὸ πεποιημένους ἐπ΄ ἀγαθοῖς ἔργοις͵ εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκότος͵ καὶ Θεοῦ μίμησιν͵ ὅσον ἐφικτὸν͵ ὁρμητήριον γενέσθαι παντοίων παθῶν͵ βοσκομένων κακῶς καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρωπον· ἀλλὰ τὸ καὶ θεοὺς στήσασθαι συνηγόρους τοῖς πάθεσιν͵ ἵνα μὴ μόνον ἀνεύθυνον τὸ ἁμαρτάνειν͵ ἀλλὰ καὶ θεῖον νομίζηται͵ εἰς τοιαύτην καταφεῦγον ἀπολογίαν͵ τὰ προσκυνούμενα. 
Η. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην͵ μετὰ τῆς ἁληθείας γενέσθαι͵ καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ͵ καὶ τὴν κτίσιν ὑπεραναβῆναι͵ πάντα περάσασιν͵ ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν· οὕτω καὶ εἴδωμεν͵ καὶ φιλοσοφήσωμεν τὰ περὶ Θεοῦ καὶ τὰ θεῖα. Φιλοσοφήσωμεν δὲ͵ ἀρχόμενοι͵ ὅθεν ἄρχεσθαι ἄμεινον· ἄμει 36.344 νον δὲ͵ ὅθεν Σολομὼν ἡμῖν ἐνομοθέτησεν· Ἀρχὴ σοφίας͵ φησὶ͵ κτῆσαι σοφίαν· τί τοῦτο λέγων ἀρχὴν σοφίας; Τὸν φόβον. Οὐ γὰρ ἀπὸ θεωρίας ἀρξαμένους. εἰς φόβον χρὴ καταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν)· ἀλλὰ φόβῳ στοιχειουμένους͵ καὶ καθαιρομένους͵ καὶ͵ ἵν΄ οὕτως εἴπω͵ λεπτυνομένους͵ εἰς ὕψος αἴρεσθαι. Οὗ γὰρ φόβος͵ ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις͵ σαρκὸς κάθαρσις͵ τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους͵ καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις͵ ἔλλαμψις· ἔλλαμψις δὲ͵ πόθου πλήρωσις͵ τοῖς τῶν μεγίστων͵ ἢ τοῦ μεγίστου͵ ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις. 
Θ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον͵ εἶτα τῷ καθαρῷ προσομιλητέον· εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι͵ μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως͵ καὶ διὰ τοῦτο δεομένου καλύμματος· ἢ τὸ τοῦ Μανωὲ͵ καὶ πείσεσθαι͵ καὶ λέξειν· Ἀπολώλαμεν͵ ὦ γῦναι. Θεὸν ἑωράκαμεν͵ ἐν φαντασίᾳ Θεοῦ γενομένου· ἢ͵ ὡς Πέτρος͵ τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι͵ ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας. Πέτρον δὲ ὅταν εἴπω͵ τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. ῍Η͵ ὡς Παῦλος͵ τὴν ὄψιν πληγήσεσθαι͵ πρὶν καθαρθῆναι τῶν διωγμῶν͵ τῷ διωκομένῳ προσομιλήσας͵ μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι· ἢ͵ ὡς ὁ ἐκατόνταρχος͵ τὴν μὲν θεραπείαν ἐπιζητήσειν͵ τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην. Λεγέτω τις καὶ ἡμῶν͵ ἕως οὔπω καθαίρεται͵ ἀλλ΄ ἔστιν ἑκατόνταρχος ἔτι͵ πλειόνων ἐν κακίᾳ κρατῶν͵ καὶ στρατεύεται Καίσαρι͵ τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἰκανὸς͵ ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται͵ καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν͵ ὡς ὁ Ζακχαῖος ἐκεῖνος͵ καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ͵ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς͵ καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως͵ τότε καὶ εἰσδεχέσθω τὸν Λόγον͵ καὶ ἀκουέτω· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ͵ καὶ λαμβανέτω τὴν σωτηρίαν͵ καὶ καρποφορείτω τὰ τελεώτερα͵ σκορπίζων καὶ διαχέων καλῶς͵ ἃ κακῶς ἐτελώνησεν. 
Ι. Ὁ γὰρ αὐτὸς Λόγος͵ καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν͵ καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις· ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες͵ καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμή 36.345 σαντες͵ μηδὲ ἀργὴν͵ μηδὲ ἄπρακτον εἴασαν͵ ὥστε μετὰ πλείονος τῆς παρασκευῆς͵ αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων͵ ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον͵ περισπουδαστότερον)· ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν͵ καὶ τὴν ἀρετὴν ἐργάζονται͵ ὅλον τὸν Χριστὸν͵ ἢ ὅτι μάλιστα͵ ἑαυτοῖς εἰσοικίσαντες͵ ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν͵ ἑαυτῆς πάλιν πληρῶσαι͵ καὶ γενέσθαι τὰ ἔσχατα χείρονα τῶν πρώτων͵ διὰ τὸ τῆς καταδρομῆς σφοδρότερον͵ καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυσαλωτότερον. Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν͵ καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι͵ καὶ νεώσαντες ἑαυτοῖς νεώματα͵ καὶ σπείραντες εἰς δικαιοσύνην͵ ὡς Σολομῶντι͵ καὶ Δαβὶδ͵ καὶ Ἱερεμίᾳ δοκεῖ͵ φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην͵ καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ͵ ἵν΄ ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν͵ θεοειδεῖς ἐργαζόμενοι͵ καὶ ἥκοντα τὸν Λόγον ὑποδεχόμενοι· οὐ μόνον δὲ͵ ἀλλὰ καὶ κρατοῦντες͵ καὶ τοῖς ἄλλοις προφαίνοντες. 
ΙΑ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον͵ φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν͵ καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ δὲ κεφάλαιον ἑορτῆς μνήμη Θεοῦ͵ Θεοῦ μνημονεύσωμεν. Καὶ γὰρ τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον͵ ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία͵ οὐκ ἄλλο τι ἢ τοῦτο εἶναι νομίζω͵ Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. Εἰ δέ τι τῶν ἤδη προειρημένων ὁ νῦν ἕξει λόγος͵ θαυμαζέτω μηδείς. Οὐ γὰρ τὰ αὐτὰ καὶ φθέγξομαι μόνον͵ ἀλλὰ καὶ περὶ τῶν αὐτῶν͵ φρίττων καὶ γλῶσσαν͵ καὶ νοῦν͵ καὶ διάνοιαν͵ ὅταν περὶ Θεοῦ φθέγγωμαι καὶ ὑμῖν ταυτὸ τοῦτο συνευχόμενος τὸ ἐπαινετὸν πάθος καὶ μακάριον. Θεοῦ δὲ ὅταν εἴπω͵ ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισί· τρισὶ μὲν͵ κατὰ τὰς ἰδιότητας͵ εἴτουν ὑποστάσεις͵ εἴ τινι φίλον καλεῖν͵ εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν͵ ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν)· ἑνὶ δὲ͵ κατὰ τὸν τῆς οὐσίας λόγον͵ εἴτουν θεότητος. Διαιρεῖται γὰρ ἀδιαιρέτως͵ ἵν΄ οὕτως εἴπω͵ καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης͵ καὶ τὰ τρία ἕν. τὰ ἐν οἷς ἡ θεότης͵ ἢ͵ τό γε ἀκριβέστερον εἰπεῖν͵ ἂ ἡ θεότης. Τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψω 36.348 μεν· οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμε νοι͵ οὔτε τὴν διαίρεσιν͵ ἀλλοτρίωσιν· Ἀπέστω γὰρ ἡμῶν ἐξ ἴσου͵ καὶ ἡ Σαβελλίου συναίρεσις͵ καὶ ἡ Ἀρείου διαίρεσις͵ τὰ ἐκ διαμέτρου κακὰ͵ καὶ ὁμότιμα τὴν ἀσέβειαν· τί γὰρ δεῖ Θεὸν͵ ἢ συναλείφειν κακῶς͵ ἢ κατατέμνειν εἰς ἀνισότητα; 
ΙΒ. Ἡμῖν δὲ͵ εἰς Θεὸς ὁ Πατὴρ͵ ἐξ οὗ τὰ πάντα͵ καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς͵ δι΄ οὗ τὰ πάντα͵ καὶ ἓν Πνεῦμα ἅγιον͵ ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ͵ καὶ δι΄ οὗ͵ καὶ ἐν ᾧ͵ μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις͵ ἢ αἱ τάξεις τῶν ὀνομά των)͵ ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον͵ ἐξ ὧν εἰς ἒν συνάγονται πάλιν͵ εἴτῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ͵ τὸ͵ Ἐξ αὐτοῦ͵ καὶ δι΄ αὐτοῦ͵ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πατὴρ ὁ πατὴρ͵ καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς͵ καὶ οὐκ ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχὴν͵ καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων͵ οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα͵ προϊὸν μὲν ἐκ τοῦ Πατρὸς͵ οὐχ ὑϊκῶς δὲ͵ οὐδὲ γὰρ γεννητῶς͵ ἀλλ΄ ἐκπορευτῶς· εἰ δεῖ τι καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας͵ διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως͵ ὅτι ἐκ τοῦ ἀγεννήτου. Πῶς γάρ; οὔτε τοῦ Πνεύματος͵ ἢ εἰς Πατέρα μεταπίπτοντος͵ ἢ εἰς Υἱὸν͵ ὅτι ἐκπεπόρευται͵ καὶ ὅτι Θεὸς͵ κἂν μὴ δοκῇ τοῖς ἀθέοις· ἡ γὰρ ἰδιότης ἀκίνητος. ῍Η πῶς ἂν ἰδιότης μένοι͵ κινουμένη καὶ μεταπίπτουσα; Οἱ δὲ τὴν ἀγεννησίαν͵ καὶ τὴν γέννησιν φύσεις Θεῶν ὁμωνύμων τιθέμενοι͵ τάχα ἂν καὶ τὸν Ἀδὰμ͵ καὶ τὸν Σὴθ ὅτι ὁ μὲν οὐκ ἀπὸ σαρκός· πλάσμα γάρ· ὁ δὲ ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας) ἀλλήλων κατὰ τὴν φύσιν ἀλλοτριώσουσιν. Εἷς οὖν Θεὸς ἐν τρισὶ͵ καὶ τὰ τρία ἓν͵ ὥσπερ ἔφαμεν. 
ΙΓ. Ἐπεὶ δὲ οὕτω ταῦτα͵ ἢ τοῦτο͵ ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι͵ ἀλλ΄ εἶναί τινας καὶ κάτω προσκυνητὰς͵ ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ͵ ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος͵ χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι. Τοῦτον δὲ φθόνῳ διαβόλου͵ καὶ πικρᾷ γεύσει τῆς ἁμαρτίας͵ Θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον παριδεῖν͵ οὐ Θεοῦ. Τί γίνεται; καὶ τί τὸ μέγα περὶ ἡμᾶς μυστήριον; Καινοτομοῦνται φύσεις͵ καὶ Θεὸς ἄνθρωπος γίνεται· καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς τῆς ἰδίας 36.349 δόξης τε καὶ λαμπρότητος͵ ἐπὶ δυσμῶν δοξάζεται τῆς ἡμετέρας εὐτελείας καὶ ταπεινότητος͵ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι· οὐχ ὃ ἦν μεταβαλὼν (ἄτρεπτον γὰρ)͵ ἀλλ΄ ὃ οὐκ ἦν προσλαβὼν (φιλάνθρωπος γὰρ)͵ ἵνα χωρηθῇ ὁ ἀχώρητος͵ διὰ μέσης σαρκὸς͵ ὁμιλήσας ἡμῖν͵ ὡς παραπετάσματος· ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν͵ οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως. Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεὸς͵ οὐδὲ σαρκὶ νοῦς͵ οὐδὲ χρόνῳ τὸ ἄχρονον͵ οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον· ἀλλὰ καὶ παρθενίᾳ γέννησις͵ καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ͵ καὶ πάθει τὸ ἀπαθὲς͵ καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κακίας ὁ σοφιστὴς͵ θεότητος ἐλπίδι δελεάσας ἡμᾶς͵ σαρκὸς προβλήματι δελεάζεται· ἵν΄ ὡς τῷ Ἀδὰμ προσβαλὼν͵ τῷ Θεῷ περιπέσῃ͵ καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται͵ καὶ λυθῇ τὸ κατάκριμα τῆς σαρκὸς͵ σαρκὶ τοῦ θανάτου θανατωθέντος.
ΙΔ. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορτάσαμεν͵ ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος͵ καὶ ὑμεῖς͵ καὶ πᾶν ὅσον ἐγκόσμιον τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδράμομεν͵ καὶ μετὰ Μάγων προσεκυνήσαμεν͵ μετὰ ποιμένων περιελλάμφθημεν͵ καὶ μετὰ ἀγγέλων ἐδοξάσαμεν͵ μετὰ Συμεὼν ἐνηγκαλισάμεθα͵ καὶ μετὰ Ἄννης ἀνθωμολογησάμεθα͵ τῆς γεραιᾶς καὶ σώφρονος· καὶ χάρις τῷ εἰς τὰ ἴδια ἐλθόντι ἀλλοτρίως͵ ὅτι τὸν ξένον ἐδόξασεν. Νυνὶ δὲ πρᾶξις ἄλλη Χριστοῦ͵ καὶ ἄλλο μυστήριον. Οὐ δύναμαι κατέχειν τὴν ἡδονὴν͵ ἔνθεος γίνομαι͵ μικροῦ καὶ͵ ὡς Ἰωάννης͵ εὐαγγελίζομαι͵ εἰ καὶ μὴ πρόδρομος͵ ἀλλ΄ ἀπὸ τῆς ἐρημίας. Χριστὸς φωτίζεται͵ συναναστράψωμεν· Χριστὸς βαπτίζεται͵ συγκατέλθωμεν͵ ἵνα καὶ συνανέλθωμεν. Βαπτίζεται Ἰησοῦς· τοῦτο μόνον; ἢ καὶ τὰ ἄλλα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον; Τίς ὤν; καὶ παρὰ τίνος; καὶ κατὰ πηνίκα; Ὁ καθαρὸς͵ καὶ παρὰ Ἰωάννου͵ καὶ τῶν σημείων ἀρχόμενος; Ἵνα τί μάθωμεν͵ καὶ τί παιδευθῶμεν; Προκαθαίρεσθαι͵ καὶ ταπεινοφρονεῖν͵ καὶ κηρύσσειν ἐν τελειότητι͵ καὶ τῆς πνευματικῆς͵ καὶ τῆς σωματικῆς ἡλικίας. Ἐκεῖνο πρὸς τοὺς τὸ βάπτισμα σχεδιάζοντας͵ καὶ μὴ προευτρεπιζομένους͵ μηδὲ τὸ ἀσφαλὲς τῇ λυτρώσει 36.352 χαριζομένους͵ διὰ τῆς εἰς τὸ καλὸν ἕξεως. Καὶ γὰρ εἰ ἄφεσιν ἔχει τῶν παρελθόντων τὸ χάρισμα (χάρισμα γὰρ)͵ ἀλλὰ τότε μᾶλλον εὐλαβείας ἄξιον͵ μὴ πρὸς τὸν αὐτὸν ἔμετον ἐπανέλθωμεν. Τοῦτο πρὸς τοὺς ἐπαιρομένους κατὰ τῶν οἰκονόμων τοῦ μυστηρίου͵ ἂν ἀξίᾳ τινὶ προέχωσιν. Τὸ τρίτον πρὸς τοὺς θαῤῥοῦντας νεότητι͵ καὶ πάντα καιρὸν οἰομένους εἶναι διδασκαλίας͵ ἢ προεδρίας. Ἰησοῦς καθαίρεται· καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως; Ὑπὸ Ἰωάννου· καὶ σὺ κατεξανίστασαι τοῦ σοῦ κήρυκος; Τριακονταέτης ὤν· καὶ σὺ πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας͵ ἢ τὸ διδάσκειν πιστεύεις͵ οὔτε παρὰ τῆς ἡλικίας͵ οὔτε παρὰ τοῦ τρόπου τυχὸν ἔχων τὸ αἰδέσιμον; Εἶτα ὁ Δανιὴλ ἐνταῦθα͵ καὶ ὁ δεῖνα͵ νέοι κριταὶ͵ καὶ τὰ παραδείγματα ἐπὶ γλώσσης. Πᾶς γὰρ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος. Ἀλλ΄ οὐ νόμος Ἐκκλησίας͵ τὸ σπάνιον· εἴπερ μηδὲ μία χελιδὼν ἔαρ ποιεῖ͵ μηδὲ γραμμὴ μία τὸν γεωμέτρην͵ ἢ πλοῦς εἷς τὸν θαλάττιον. 
ΙΕ. Πλὴν Ἰωάννης βαπτίζει͵ πρόσεισιν Ἰησοῦς· ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν· τὸ δὲ πρόδηλον͵ πάντα τὸν παλαιὸν Ἀδὰμ͵ ἵν΄ ἐνθάψῃ τῷ ὕδατι· πρὸ δὲ τούτων καὶ διὰ τούτους͵ τὸν Ἰορδάνην· ὥσπερ ἦν πνεῦμα καὶ σὰρξ͵ οὕτω Πνεύματι τελειῶν καὶ ὕδατι. Οὐ δέχεται ὁ Βαπτιστής· ὁ Ἰησοῦς ἀγωνίζεται· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι͵ ὁ λύχνος τῷ Ἡλίῳ φησὶν͵ ἡ φωνὴ τῷ Λόγῳ͵ ὁ φίλος τῷ Νυμφίῳ͵ ὁ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας͵ τῷ Πρωτοτόκῳ πάσης κτίσεως͵ ὁ προσκιρτήσας ἀπὸ γαστρὸς͵ τῷ ἐν γαστρὶ προσκυνηθέντι͵ ὁ προδραμὼν καὶ προδραμούμενος͵ τῷ φανέντι καὶ φανησομένῳ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτι σθῆναι· πρόσθες καὶ τὸ͵ ὑπὲρ σοῦ. ῎Ηδει γὰρ τῷ μαρτυρίῳ βαπτισθησόμενος· ἢ͵ ὡς Πέτρος͵ μὴ τοὺς πόδας μόνον καθαρθησόμενος. Καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ τοῦτο προφητικόν. ῎Ηδει γὰρ ὡς μετὰ Ἡρώδην͵ Πιλᾶτον μανησόμενον͵ οὕτως αὐτῷ προαπελθόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. ῎Ηδει γὰρ μετ΄ ὀλίγον͵ αὐτὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη͵ καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθεραπεύτου ψυχῆς ἡ ἐκτομὴ͵ καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου͵ ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος͵ καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον͵ καὶ ἐπεγείρουσα τὸν υἱὸν͵ καὶ τὴν θυγατέρα͵ καὶ τὴν νύμφην͵ τῷ πατρὶ͵ καὶ τῇ 36.353 μητρὶ͵ καὶ τῇ πενθερᾷ͵ τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος͵ ὃν οὐ λύεις ὁ βαπτίζων Ἰησοῦν͵ ὁ τῆς ἐρημίας καὶ ἄτροφος͵ ὁ νέος Ἡλίας͵ ὁ προφήτου περισσότερος͵ ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες͵ ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος͵ καὶ τῆς σαρκὸς͵ οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον͵ μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι͵ καὶ νηπίοις ἐν Χριστῷ͵ ἀλλ΄ οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι. 
ΙΣΤ. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον͵ καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς͵ οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖς μετ΄ αὐτὸν͵ ὥσπερ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὸν παράδεισον. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τὴν θεότητα· τῷ γὰρ ὁμοίῳ προστρέχει· καὶ ἡ ἐξ οὐρανῶν φωνή· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος· καὶ ὡς περιστερὰ͵ τιμᾷ γὰρ τὸ σῶμα͵ ἐπεὶ καὶ τοῦτο τῇ θεώσει Θεὸς͵ σωματικῶς ὁρωμένη. Καὶ ἅμα πόῤῥωθεν εἴθισται περιστερὰ κατακλυσμοῦ λύσιν εὐαγγελίζεσθαι. Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα͵ καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα͵ ὅτι ἐν εἴδει περιστερᾶς͵ ὦ μικρόλογε περὶ τὰ μέγιστα͵ ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν͵ ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται· καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον͵ ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται͵ καὶ λευϊαθὰν͵ καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν· ὁ δὲ ἀμνὸς͵ καὶ μαργαρίτης͵ καὶ σταγὼν͵ καὶ τὰ τοιαῦτα προσαγορεύεται. 
ΙΖ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις͵ καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι΄ ἡμᾶς μορφωθέντι͵ καὶ βαπτισθέντι͵ καὶ σταυρωθέντι͵ φέρε͵ τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν͵ ἵν΄ ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς͵ ἀλλ΄ ἐν ὕδατι· καὶ πρὸ τούτου͵ ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν͵ ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα͵ τοῦ ὕδατος· ἡ νεφέλη͵ τοῦ Πνεύματος· τὸ μάννα͵ τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα͵ τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης͵ οὐκ ἔτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον͵ ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ͵ ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς͵ ἀλλ΄ ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς͵ ἵνα τι παραθαῤῥήσω μικρὸν͵ ἐξ οὗ καὶ σὺ 36.356 γίνῃ Θεός; Οἶδα καὶ τέταρτον βάπτισμα͵ τὸ διὰ μαρτυρίου καὶ αἵματος͵ ὃ καὶ αὐτὸς Χριστὸς ἐβαπτίσατο͵ καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον͵ ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Οἶδα καὶ πέμπτον ἔτι͵ τὸ τῶν δακρύων· ἀλλ΄ ἐπιπονώτερον͵ ὡς ὁ λούων καθ΄ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν͵ ᾧ τῆς κακίας προσώζεσαν καὶ οἱ μώλωπες· ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται͵ καὶ ὃς μιμεῖται τὴν ἐπιστροφὴν Μανασσῆ͵ καὶ τὴν τῶν Νινευϊτῶν ἠλεημένην ταπείνωσιν· ὃς φθέγγεται τὰς τοῦ τελώνου φωνὰς ἐν τῷ ἱερῷ͵ καὶ δικαιοῦται παρὰ τὸν μεγάλαυχον Φαρισαῖον· ὃς συγκύπτει κατὰ τὴν Χαναναίαν͵ καὶ ζητεῖ φιλανθρωπίαν͵ καὶ ψίχας͵ κυνὸς τροφὴν ἄγαν λιμώττοντος. 
ΙΗ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ͵ ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως)͵ καὶ δέχομαι τοῦτο προθύμως͵ καὶ προσκυνῶ τὸν δεδωκότα͵ καὶ τοῖς ἄλλοις μεταδίδωμι͵ καὶ προεισφέρω τοῦ ἐλέου τὸν ἔλεον. Οἶδα γὰρ καὶ αὐτὸς ἀσθένειαν περικείμενος͵ καὶ ὡς ἂν μετρήσω͵ μετρηθησόμενος. Σὺ δὲ τί λέγεις͵ τί νομοθετεῖς͵ ὦ νέε Φαρισαῖε͵ καὶ καθαρὲ τὴν προσηγορίαν͵ οὐ τὴν προαίρεσιν͵ καὶ φυσῶν ἡμῖν τὰ Ναυάτου μετὰ τῆς αὐτῆς ἀσθενείας; Οὐ δέχῃ μετάνοιαν; οὐ δίδως ὀδυρμοῖς χώραν; οὐ δακρύεις δάκρυον; Μὴ σύ γε τοιούτου κριτοῦ τύχοις. Οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον͵ τοῦ τὰς ἀσθενείας ἡμῶν λαβόντος͵ καὶ τὰς νόσους βαστάσαντος͵ τοῦ μὴ δικαίοις ἐλθόντος͵ ἀλλ΄ ἁμαρτωλοῖς εἰς μετάνοιαν͵ τοῦ ἔλεον θέλοντος μᾶλλον ἢ θυσίαν͵ τοῦ ἑβδομηκοντάκις ἑπτὰ συγχωροῦντος τὰ ἁμαρτήματα; Ὡς μακάριόν σου τὸ ὑψηλὸν͵ εἰ καθαρότης ἦν͵ ἀλλὰ μὴ τῦφος͵ νομοθετῶν ὑπὲρ ἄνθρωπον͵ καὶ λύων τῇ ἀπογνώσει τὴν ἐπανόρθωσιν. Ὁμοίως γάρ ἐστι κακὸν͵ καὶ ἄνεσις ἀσωφρόνιστος͵ καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν͵ ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. Δεῖξόν μοι τὴν καθαρότητα͵ καὶ δέχομαί σου τὴν θρασύτητα. Νῦν δὲ δέδοικα͵ μὴ βρύων ἕλκεσιν͵ εἰσάγῃς τὸ ἀνιάτρευτον. Οὐδὲ τὸν Δαβὶδ δέχῃ μετανοοῦντα͵ ᾧ καὶ τὸ προφητικὸν χάρισμα ἡ μετάνοια συνετήρησεν; Οὐδὲ Πέτρον τὸν μέγαν παθόντα τι ἀνθρώπινον περὶ τὸ σωτήριον πάθος; Ἰησοῦς δὲ ἐδέξατο͵ καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ τῆς ὁμολογίας͵ τὸ τρισσὸν τῆς ἀρνήσεως ἐθεράπευσεν. ῍Η οὐδὲ τελειωθέντα δέχῃ δι΄ αἵματος; Ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπο 36.357 νοίας. Οὐδὲ τὸν ἐν Κορίνθῳ παρανομήσαντα; Παῦλος δὲ καὶ ἀγάπην ἐκύρωσεν͵ ἐπειδὴ τὴν διόρθωσιν εἶδε· καὶ τὸ αἴτιον· Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος͵ βαρηθεὶς τῇ ἀμετρίᾳ τῆς ἐπιπλήξεως. Οὐδὲ τὰς νέας γαμίζεις χήρας͵ διὰ τὸ τῆς ἡλικίας εὐάλωτον; Παῦλος δὲ τοῦτο ἐτόλμησεν͵ οὗ σὺ δηλαδὴ διδάσκαλος͵ ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας͵ καὶ ἄλλον παράδεισον͵ καὶ ἀποῤῥητοτέρων ἀκούσας ῥημάτων͵ καὶ μείζονα κύκλον τῷ Εὐαγγελίῳ περιλαβών. 
ΙΘ. Ἀλλ΄ οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις; ἢ δεῖξον͵ ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον͵ νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος͵ φησὶν͵ οὐκ ἐδέξατο τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας. Τί τοῦτο; Εἰ μὲν οὐ μεταγνόντας͵ δικαίως· οὐδὲ ἐγὼ δέχομαι τοὺς͵ ἢ μὴ καμπτομένους͵ ἢ μὴ ἀξίως͵ μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι͵ τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν. Εἰ δὲ τοὺς ἐκτακέντας τοῖς δάκρυσιν͵ οὐ μιμήσομαι. Καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία͵ ὃς πλεονεξίαν μὲν οὐκ ἐκόλασε͵ τὴν δευτέραν εἰδωλολατρείαν· πορνείαν δὲ οὕτω πικρῶς κατεδίκασεν͵ ὡς ἄσαρκος καὶ ἀσώματος; Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις; Δεῦρο͵ στῆτε μεθ΄ ἡμῶν τῶν ἀνθρώπων. Μεγαλύνωμεν ἅμα τὸν Κύριον. Μή τις ὑμῶν εἰπεῖν τολμήσῃ͵ μηδὲ εἰ λίαν ἑαυτῷ τεθάῤῥηκε· Μή μου ἅπτου͵ καθαρὸς γάρ εἰμι͵ καὶ τίς οὕτως ὥσπερ ἐγώ; μετάδοτε καὶ ἡμῖν τῆς λαμπρότητος. Ἀλλ΄ οὐ πείθομεν; καὶ ὑπὲρ ὑμῶν δακρύσομεν. Οὗτοι μὲν οὖν͵ εἰ μὲν βούλοιντο͵ τὴν ἡμετέραν ὁδὸν καὶ Χριστοῦ͵ εἰ δὲ μὴ͵ τὴν ἑαυτῶν πορευέσθωσαν. Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται͵ τῷ τελευταίῳ βαπτίσματι͵ τῷ ἐπιπονωτέρῳ τε καὶ μακροτέρῳ͵ ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην͵ καὶ δαπανᾷ πάσης κακίας κουφότητα. 
Κ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον͵ καὶ καλῶς ἑορτάσωμεν͵ μὴ γαστρὶ τρυφῶντες͵ ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς; Λούσασθε͵ καθαροὶ γίνεσθε. Εἰ μὲν φοινικικοὶ τὴν ἁμαρτίαν ἐστὲ͵ καὶ ἧττον αἱματώδεις͵ λευκάνθητε ὡς χιών· εἰ δὲ κόκκινοι καὶ ἄνδρες αἱμάτων τέλειοι͵ κἂν εἰς ἐρίου λευκότητα φθάσατε. Πάντως δὲ καθάρθητε καὶ καθαίρεσθε. Ὡς 36.360 οὐδενὶ τοσοῦτον χαίρει Θεὸς͵ ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ͵ ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυστήριον· ἵνα γένησθε ὡς φωστῆρες ἐν κόσμῳ͵ ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις͵ ἵνα φῶτα τέλεια τῷ μεγάλῳ φωτὶ παραστάντες͵ καὶ τὴν ἐκεῖσε μυηθῆτε φωταγωγίαν͵ ἐλλαμπόμενοι τῇ Τριάδι καθαρώτερον καὶ τρανότερον͵ ἧς νῦν μετρίως ὑποδέδεχθε τὴν μίαν αὐγὴν ἐκ μιᾶς τῆς θεότητος͵ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα͵ καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: agiazoni.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου